Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.91 Joseph. BJ 7.97 (English) >>Joseph. BJ 7.105

7.95 μὲν οὖν περὶ τὴν Μυσίαν πόλεμος ταχεῖαν οὕτως ἔλαβε τὴν κρίσιν. 7.96

Τίτος δὲ Καῖσαρ χρόνον μέν τινα διέτριβεν ἐν Βηρυτῷ, καθὰ προειρήκαμεν, ἐκεῖθεν δὲ ἀναζεύξας καὶ διʼ ὧν ᾔει πόλεων τῆς Συρίας ἐν πάσαις θεωρίας τε συντελῶν πολυτελεῖς καὶ τῶν

-- --

Ἰουδαίων τοὺς αἰχμαλώτους εἰς ἐπίδειξιν τῆς ἑαυτῶν ἀπωλείας ἀποχρώμενος, θεᾶται κατὰ τὴν πορείαν ποταμοῦ φύσιν ἀξίαν ἱστορηθῆναι. 7.97ῥεῖ μὲν γὰρ μέσος Ἀρκέας τῆς Ἀγρίππα βασιλείας καὶ Ῥαφανέας, ἔχει δὲ θαυμαστὴν ἰδιότητα· 7.98πολὺς γὰρ ὤν, ὅτε ῥεῖ, καὶ κατὰ τὴν φορὰν οὐ σχολαῖος, ἔπειτα δὲ πᾶς ἐκ τῶν πηγῶν ἐπιλείπων ἓξ ἡμερῶν ἀριθμὸν ξηρὸν παραδίδωσιν ὁρᾶν τὸν τόπον· 7.99εἶθʼ ὥσπερ οὐδεμιᾶς γενομένης μεταβολῆς ὅμοιος κατὰ τὴν ἑβδόμην ἐκδίδωσι, καὶ ταύτην ἀεὶ τὴν τάξιν ἀκριβῶς τετήρηται διαφυλάττων· ὅθεν δὴ καὶ Σαββατικὸν αὐτὸν κεκλήκασιν ἀπὸ τῆς ἱερᾶς τῶν Ἰουδαίων ἑβδόμης οὕτως ὀνομάσαντες. 7.100

δὲ τῶν Ἀντιοχέων δῆμος ἐπεὶ πλησίον ὄντα Τίτον ἐπυνθάνοντο, μένειν μὲν ἐντὸς τειχῶν ὑπὸ χαρᾶς οὐχ ὑπέμενον, ἔσπευδον δὲ ἐπὶ τὴν ὑπάντησιν· 7.101καὶ τριάκοντα σταδίων ἐπὶ πλέον προῆλθον οὐκ ἄνδρες μόνον ἀλλὰ καὶ γυναικῶν πλῆθος ἅμα παισὶ τῆς πόλεως ἐκχεόμενοι. 7.102κἀπειδήπερ ἐθεάσαντο προσιόντα, παρὰ τὴν ὁδὸν ἑκατέρωθεν καταστάντες τάς τε δεξιὰς προύτεινον προσαγορεύοντες καὶ παντοίοις ἐπιφημίσμασι χρώμενοι συνυπέστρεφον·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.91 Joseph. BJ 7.97 (English) >>Joseph. BJ 7.105

Powered by PhiloLogic